Β' Στάση - Λειτουργία
[00:01.54] Ἀμήν.
[00:07.04] Δόξα τῷ Πατρὶ καὶ τῷ Υἱῷ καὶ τῷ Ἁγίῳ Πνεύματι
[00:14.04] Αἴνει, ἡ ψυχή μου, τὸν Κύριον, αἰνέσω Κύριον ἐν τῇ ζωῇ μου, ψαλῶ τῷ Θεῷ μου ἕως ὑπάρχω.
[00:27.79] Μὴ πεποίθατε ἐπ' ἄρχοντας, ἐπὶ υἱοὺς ἀνθρώπων, οἷς οὐκ ἔστι σωτηρία.
[00:39.54] Ἐξελεύσεται τὸ πνεῦμα αὐτοῦ, καὶ ἐπιστρέψει εἰς τὴν γῆν αὐτοῦ.
[00:49.04] Ἐν ἐκείνῃ τῇ ἡμέρᾳ ἀπολοῦνται πάντες οἱ διαλογισμοὶ αὐτοῦ.
[00:59.04] Μακάριος, οὗ ὁ Θεὸς Ἰακὼβ βοηθὸς αὐτοῦ, ἡ ἐλπὶς αὐτοῦ ἐπὶ Κύριον τὸν Θεὸν αὐτοῦ.
[01:13.04] Τὸν ποιήσαντα τὸν οὐρανὸν καὶ τὴν γῆν, τὴν θάλασσαν καὶ πάντα τὰ ἐν αὐτοῖς.
[01:23.79] Τὸν φυλάσσοντα ἀλήθειαν εἰς τὸν αἰῶνα, ποιοῦντα κρῖμα τοῖς ἀδικουμένοις, διδόντα τροφὴν τοῖς πεινῶσι.
[01:39.79] Κύριος λύει πεπεδημένους, Κύριος σοφοῖ τυφλούς, Κύριος ἀνορθοῖ κατερραγμένους, Κύριος ἀγαπᾷ δικαίους, Κύριος φυλάσσει τοὺς προσηλύτους,
[02:06.79] Ὀρφανὸν καὶ χήραν ἀναλήψεται, καὶ ὁδόν ἁμαρτωλῶν ἀφανιεῖ.
[02:16.54] Βασιλεύσει Κύριος εἰς τὸν αἰῶνα, ὁ Θεός σου, Σιών, εἰς γενεὰν καὶ γενεάν.
[02:29.79] Καὶ νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
[02:39.48] Ὁ μονογενὴς Υἱὸς καὶ Λόγος τοῦ Θεοῦ,
[02:45.48] ἀθάνατος ὑπάρχων,
[02:49.73] καὶ καταδεξάμενος, διὰ τὴν ἡμετέραν σωτηρίαν,
[02:57.98] σαρκωθῆναι ἐκ τῆς ἁγίας Θεοτόκου καὶ ἀειπαρθένου Μαρίας,
[03:09.98] ἀτρέπτως ἐνανθρωπήσας,
[03:14.73] σταυρωθείς τε, Χριστὲ ὁ Θεός,
[03:21.24] θανάτῳ θάνατον πατήσας.
[03:27.23] Εἷς ὢν τῆς ἁγίας Τριάδος,
[03:34.74] συνδοξαζόμενος τῷ Πατρὶ καὶ τῷ ἁγίῳ Πνεύματι,
[03:44.24] σῶσον ἡμᾶς.
